Άγιος Ανδρέας – 30 Νοεμβρίου γιορτή: Ο Παρακλητικός Κανών

ΑΓΙΟΣ ΑΝΔΡΕΑΣ 30 ΝΟΕΜΒΡΙΟΥ: Ο Άγιος Ανδρέας εορτάζεται μεθαύριο Παρασκευή 30 Νοεμβρίου από τους Ορθοδόξους Χριστιανούς. Διαβάστε τον παρακλητικό κανόνα. Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές). Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.

Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Του Πρωτοκλήτου τω ναώ νύν προσδράμωμεν, οι εν ταις νόσοις και δεινοίς κατεχόμενοι, από βαθέων κράζοντες καρδίας αυτώ˙ ένδοξε Πρωτόκλητε, ώ Ανδρέα Θεόπτα, πρόφθασον και ίασαι, νοσημάτων παντοίων, και εκ κινδύνων λύτρωσαι ημάς, τους τη ση σκέπη θερμώς καταφεύγοντας.

Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ.

Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου.

Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον.

Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ.

Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ.

Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι.

Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Ωδή α’. ήχος πλ. δ’.
Υγράν διοδεύσας ωσεί.

Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.

Δεσμείν τε και λύειν παρά Χριστού, λαβών εξουσίαν, αμαρτίας με του δεσμού, λύσον ώ Ανδρέα Θεηγόρε˙ και γαρ αυτή μοι, την νόσον επήνεγκεν.

Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.

Εν νόσοις και πόνοις παντοδαποίς, τρυχόμενος μάκαρ, εκ καρδίας σε δυσωπώ, τούτων παρασχείν μοι την ταχείαν, απαλλαγήν και τελείαν υγείωσιν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ξενωθείς αφρόνως της εντολής, Θεού παρεδόθην, τη δικαία αυτού οργή˙ όν περ εκδυσώπει ώ Ανδρέα, ιλεώ όμματι μάκαρ προσβλέψαι με.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Απόρθητον τείχος και αρραγές, γενού μοι Παρθένε, καταφεύγοντι ευλαβώς, τη σκέπη σου κόρη Θεομήτορ, πλήν σου γαρ άλλην, ελπίδα ού κέκτημαι.

Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.

Αυγαίς ταις της Τριάδος, λάμπρυνον Ανδρέα, τα της ψυχής και καρδίας μου όμματα, ίνα σε πόθω γεραίρω, ενθέοις άσμασιν.

Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.

Χριστομιμήτως μάκαρ, τας ανυψωθείσας επί σταυρού πριν παλάμας σου έπαρον, προς τον Σωτήρα πρεσβεύων, υπέρ της ποίμνης σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Οχύρωμα και σθένος, σκέπη τε και φύλαξ, γενού Ανδρέα και τείχος απόρθητον, τοις καταφεύγουσι πίστει, τη θεία σκέπη σου.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Υπέραγνε Παρθένε, συν τω Πρωτοκλήτω, τον σον Υιόν εισαεί καθικέτευε, όπως ρυσθείημεν πάντες, φρικτής κολάσεως.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Δεύτε τον Πρωτόκλητον μαθητήν, εν ύμνοις ασμάτων, ευφημήσωμεν οι πιστοί, τον του Αιγεάτου, το θράσος καθελόντα, και του Χριστού το πάθος, εκμιμησάμενον.

Δεύτε τον Πρωτόκλητον μαθητήν, και των Αποστόλων, τον προβάθμιον αγωγόν, τον της Αχαΐας και των Πατρών προστάτην, Ανδρέαν τιμήσωμεν.

Χαίροις ο Πρωτόκλητος μαθητής, χαίροις σωφροσύνης, και ανδρείας στήλη λαμπρά˙ χαίροις ο του πάθους, κοινωνός του Κυρίου, Απόστολε Θεόπτα Ανδρέα πάντιμε.

Χαίροις των Πατέρων μέγας φρουρός, πρόμαχος και ρύστης, πολιούχος και βοηθός˙ χαίροις της σης ποίμνης, υπερμαχών απαύστως, και περισκέπων ταύτην, Ανδρέα ένδοξε.

Σκέπε, φρούρει, φύλαττε εκ δεινών, τους εν τω ναώ σου, ανυμνούντάς σε ευλαβώς˙ και ρύσαι κινδύνων και πάσης άλλης βλάβης, την σε τιμώσαν ποίμνην, Ανδρέα ένδοξε.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής.

Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Εκκλησία Online

Αξιολόγηση επισκεπτών

4
(1 ψήφος)

Source link

ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ – 25 Νοεμβρίου γιορτή: Ολόκληρος ο παρακλητικός Κανών

ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ: Την Αγία Αικατερίνη τιμά η Ορθοδοξία την Κυριακή 25 Νοεμβρίου 2018. Διαβάστε τον παρακλητικό κανόνα στην Αγία Αικατερίνη. Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές). Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτιοὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τή πολυσόφω καί κλυτή Ἀθληφόρω, Αἰκατερίνη τή τοῦ Κτίσαντος νύμφη, προσέλθωμεν οἱ πάσχοντες βοῶντες ἐκ ψυχῆς. Μάρτυς ἀξιάγαστε, ἐξελού τούς σούς δούλους, τῆς παρούσης θλίψεως, καί μελλούσης ἀνάγκης. Σύ γάρ μεγίστην ἔχεις πρός Χριστόν, καί παρρησίαν, σεμνή καί οἰκείωσιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ.

Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Αἰκατερίνης σωθείημεν πρεσβείαις. Ἀμήν.

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἀκήρατε νύμφη τοῦ Ἰησοῦ, προσχες οὐρανόθεν, καί ἐνώτισαι τάς φωνᾶς, τῶν πίστει θερμή σοί προσιόντων, Αἰκατερίνα καί δός τά αἰτήματα.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Ἰλέω σου ὄμματι εὐμενῶς, ἴδε καλλιμάρτυς, τῆς ψυχῆς μου τήν συντριβήν, καί ὄρεξον χείρα βοηθείας, Αἰκατερίνα τῷ σοί ἀτενίζοντι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Κενώσας ὀργίλως ὁ δυσμενής , τή ψυχή μου Κόρη, τήν πικρίαν τῶν ἡδονῶν, νεκρόν μέ κατέστησεν ἀθλίως, ἀλλ΄ ἐνιστάσα σύ Μάρτυς μέ ζώωσον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Ἁγνείας ταμεῖον θεοειδές, καί δικαιοσύνης, πρυτανεῖον φωτολαμπές, Ἁγνή θεοχώρητε Παρθένε, ἁγίασόν μου καί σῶμα καί ἔννοιαν.
Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.

Αγία Αικατερίνη του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Τεῖχος ὀχυρώτατον, Αἰκατερίνα πανθαύμαστε, γενού ἠμίν, τοῖς προσδεχομένοις, τήν θερμήν σου ἀντίληψιν.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Ἕξαρον τήν θλίψιν μου, καί τήν πικρίαν τῶν πόνων μου, εἰς ἀληθῆ, χαρμονήν μετάθες, καί γλυκείαν ἀνάψυξιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ρῶσιν πολυπόθητον, τοῖς ἀσθενέσι χορήγησον, νύμφη Χριστοῦ, καί τοῖς τεθλιμμένοις, τήν τερπνήν ἀγαλλίασιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Ἴασιν καί λύτρωσιν, εὐλογημένη Πανάμωμε, δίδου ἠμίν, τοῖς ὑμνολογούσι, τῆς σῆς δόξης τό μέγεθος.
Διασωσον Παρθενομάρτυς τοῦ ψόγου Αἰκατερίνα, ἐκ ποικίλων ἀρρωστημάτων καί θλίψεων, τούς ἑξαιτούντας τήν θείαν σου προστασίαν.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Εἴτα μνημονεύει ὁ Ἱερεύς, δί΄ οὖς ἡ παράκλησις γίνεται, καί ψάλλομεν τό,
Κύριε ἐλέησον, ἰέ΄.

Ὁ Ἱερεύς. Ὅτι ἐλεήμων. Καί εὐθύς λέγομεν.
Κάθισμα. Ἦχος β΄. Τά ἄνω ζητῶν

25 Νοεμβρίου γιορτή

Παρθένε σοφή, καί Ἀθληφόρε ἔνδοξε, καί νύμφη Χριστοῦ, Αἰκατερίνα πανσεμνέ, κακῶν τήν ἀπολύτρωσιν, καί παντοίων πταισμάτων τήν ἄφεσιν, καί τόν σόν νυμφίον δυσώπει παρασχεῖν, τοῖς πόθω γεραίρουσι τούς ἄθλους σου.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Νοσημάτων ἁπάλλαξον, καί ὀδυνηρῶν συντριμμάτων ἀνόρθωσον, τούς προστρέχοντας τή σκέπη σου, ὤ Κατερίνα πολυδόξαστε.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Ἡ πρεσβεία σου γένοιτο, δρόσος θυμηδίας καί παρακλήσεως, τοῖς παλαιουσιν ἐν θλίψεσι, καί ἐταζομένοις δεινοῖς μάστιξοι.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Σεσωσμένους προσάγαγε, τῷ τερπνῶ νυμφίω σου Καλλιπάρθενε, τούς ἐκ χώρας παραβάσεων, τεταπεινωμένους ἐπανήκοντας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Στεναγμοῖς τέ καί δάκρυσιν, ἐπικαμπτομένη τοῖς τῶν προσφύγων σου, τάς ὀδύνας τούτων κούφισον, ὤ Αἰκατερίνα τή σῆ χάριτι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Ὡραιώθης κυήσασα, τόν ὡραῖον κάλλει Χριστόν, Πανάμωμε, οὐ καμού τοῖς ὡραιότησι, θέλξον πανολβίως τήν διάνοιαν.
Ὠδή ἐ΄. Φώτισον ἠμᾶς

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Θραῦσον τήν ἰσχύν τοῦ δολίου πολεμήτορος, τοῦ ἐπιτιθεμένου καθ΄ ἠμῶν, μανικῶς Αἰκατερίνα καλλιπάρθενε.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Ἔκχεον ἠμίν, πρεσβειῶν σου τήν χρηστότητα, καί ὑγίασον ἠμᾶς ὁλοτελῶς, τούς κατ΄ ἄμφω ἀσθενοῦντας σεμνοπάρθενε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἴδοιμι σεμνή, ἐν καιρῶ τῶν περιστάσεων, τήν θερμήν σου καί ταχείαν ἀρωγήν, μεταβάλλουσαν τῶν πόνων τήν τραχύτητα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Ἡ τόν ἀγαθόν, σωματώσασα δί΄ ἔλεος, τήν ἀθλίαν μου οἰκτείρησον ψυχήν, καί ἀγάθυνον αὐτήν θεοχαρίτωτε.
Ὠδή στ΄. Ἰλάσθητι μοί Σωτήρ

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Μαρτύρων περιφανές, ὡς ἀληθῶς σεμνολόγημα, Αἰκατερίνα σοφή, ἠμᾶς καθοδήγησον, πρός τρῖβον σωτήριον, θείων μαρτυρίων, τοῦ λαμπρῶς σέ μεγαλύναντος.

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἐκ πλήθους ἁμαρτιῶν, εἰς πλῆθος θλίψεων ἔφθασα καί καταιγίδες κακῶν, νῦν περιδονούσι μέ, ἀλλά σύ προφθάσασα, ὤ Μεγαλομάρτυς, τῆς ὁρμῆς μέ λύτρωσαι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νεκρώσασα ἀληθῶς, ταῖς ζωηφόροις πρεσβείαις σου, σαρκός μου τάς ἐκτροπᾶς, τήν ψυχήν μου ζώωσον, καί ταύτην καρδίωσον, πρός ζωῆς ἀρίστης, ἀναβάσεις μεγαλώνυμε.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Ποικίλοις περισπασμοῖς, καί πειρασμοῖς περιπέπτωκα, τοῦ ψεύδους τάς ἀπαρχᾶς, ὁ τάλας δρεπόμενος, ἀλλ΄ ὤ Ἀειπάρθενε, σύ ἐπάκουσόν μου, καί εἰρήνευσον τόν βίον μου.

Διασωσον Παρθενομάρτυς τοῦ ψόγου Αἰκατερίνα, ἐκ ποικίλων ἀρρωστημάτων καί θλίψεων, τούς ἐκζητούντας τήν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται. Καί μετά τήν ἐκφώνησιν ψάλλεται.
Κοντάκιον. Ἦχος β΄. Εὐσπλαχνίας ὑπάρχουσα
Εὐσπλαχνία χρωμένη ὤ σεμνή, εὐμενῶς τάς ἱκεσίας ἠμῶν ἐνωτίζου, ὄρεξον ἠμίν τήν σήν ἀντίληψιν, βλύσον τῶν χαρίτων σου τά ρεύματα, τοῖς σοί καταφεύγουσιν, ἐκ πόθου ἑκάστοτε, Αἰκατερίνα Μαρτύρων ἀγαλλίαμα.
Προκείμενον

Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοί, καί εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος: Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον. (Ε΄. 4-34)

Τῷ καιρῶ ἐκείνω ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καί συνέθλιβον αὐτόν. Καί γυνή τίς, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, καί δαπανήσασα τά παρ΄ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα, ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ, ἔλεγε γάρ.

Ὅτι, καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καί ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς μάστιγος. Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς ἐν ἐαυτῶ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω ἔλεγε: Τίς μου ἤψατο τῶν ἱματίων; Καί ἔλεγον αὐτῶ οἱ μαθηταί αὐτοῦ. Βλέπεις τόν ὄχλον συνθλίβοντα σέ, καί λέγεις, τίς μου ἤψατο; Καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν.

Ἡ δέ γυνή, φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὅ γέγονεν ἐπ΄ αὐτή, ἦλθε, καί προσέπεσεν αὐτῶ, καί εἶπεν αὐτῶ πάσαν τήν ἀλήθειαν. Ὁ δέ εἶπεν αὐτή. Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…

Μάρτυς καλλιπάρθενε, Αἰκατερίνα Θεοφρον, ἄνθος καθαρότητος καί σοφίας ὄργανον, παναρμόνιον, τῶν δεινῶν ρύσαι μέ, καί σκολιωτάτην, σοφισμάτων τοῦ ἀλάστορος, καί ἐν σεμνότητι, καί δικαιοσύνη πορεύεσθαι, ἀξίωσον μέ δέομαι, ἐν τῷ βίω τούτω τῷ ρέοντι, ὡς ἄν θεαρέστως, βιώσας τῶν ἀγήρων ἀγαθῶν, μέτοχος γένωμαι ἔνδοξε, τή θερμή δεήσει σου.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ΄ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ΄Ἄννης.

Τῆς Ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης τήνς πανσόφου, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή Ζ΄. Παῖδες Ἑβραίων
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ρείθροις πηγῶν ἐκ σωτηρίου, καταπρά΄υ΄νον παθῶν μου τάς καμίνους, καί πρός ὕδωρ τερπνόν, ζωῆς καί ἀπαθείας, Αἰκατερίνα πάνσοφε, ἴθυνον μέ ταῖς εὐχαίς σου.

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἔχουσα Μάρτυς παρρησίαν, τῷ νυμφίω σου Χριστῷ τῷ Ζωοδότη, μή ἐλλίπης ἀεί, θερμῶς καθικετεύειν, Αἰκατερίνα πάνσοφε, ὑπέρ τῶν σοῖ προσιόντων.

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Συναψον Μάρτυς τή ἀγάπη, καί ἁπλότητι καί τή φιλαδελφία, τούς τήν σήν εὐλαβῶς, αἰτοῦντας μεσιτείαν, καί τῶν σκανδάλων κόπασον, ἅπασαν ὀχλαγωγίαν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Βλέμματι Μάρτυς φιλευσπλάχνω, κατοικτείρησον ἠμᾶς χειμαζομένους, καί εἰρήνην στερρᾶν, καί ψυχικήν γαλήνην, Αἰκατερίνα βράβευσον, τοῖς πιστῶς σέ εὐφημούσι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Ἔλαιον θείων οἰκτιρμῶν σου, καί χρηστότητος τόν γλυκερόν χειμάρρουν, τοῖς ἐν πόνοις πολλοῖς, δεινῶς ὀδυνωμένοις, ἐπόμβρησον Πανάμωμε, ὡς κρουνός τῆς εὐσπλαχνίας.

Ὠδή Η΄. Τόν Βασιλέα
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἰσχύν καί ρώμην, κατά παθῶν ὀλεθρίων, τή πρεσβεία σου Αἰκατερίνα δίδου, τοῖς ὑπερυψούσι, τόν σέ ἐνισχυκότα.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἄνωθεν σκέπεις, τούς ἀτενίζοντας Μάρτυς, πρός τήν ἔνθερμον καί κραταιάν σου σκέπην, τούτους λυτρουμένη, πολυειδῶν κινδύνων.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἴλεων Μάρτυς, καί εὐμενῆ τοῖς σοῖς δούλοις, τόν νυμφίον σου θές ὤ Ἀθληφόρε, ὡς πολλά πρός τοῦτον, ἰσχύουσα θεοφρον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Σωτηριώδη καταφυγήν εὖ εἰδῶς σέ, τήν ἐλπίδα μου τῆς σωτηρίας Κόρη, τή σή δυναστεία, ἀνέθηκα εἰς τέλος.

Ὠδή Θ΄. Κυρίως Θεοτόκον
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἀγγέλων συμπολίτις, Αἰκατερίνα οὖσα, μή διαλίπης ἠμᾶς ἐποπτεύουσα, τούς ἀκλινεῖ διανοία σοί προσανέχοντας.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Μαστίγων ψυχοφθόρων, καί πάσης ἐπηρείας, ἀμεταπτώτους ἠμᾶς διαφύλαττε, Αἰκατερίνα Θεοφρον ἀξιοθαύμαστε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἡλίου τοῦ ἀδύτου, τήν αἴγλην δεχομένη, Αἰκατερίνα Παρθένων ὠράΪσμα, τήν τῆς ψυχῆς μου σκοτόμαιναν ἀποδίωξον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Ναόν μέ φωτοφόρον, τῆς θείας ἐπιπνοίας, δί΄ ἐναρέτου ζωῆς Κόρη ἔργασαι, τόν ἀληθῆ Θεοτόκον ὁμολογοῦντα σέ.
Καί εὐθύς ψάλλομεν τό
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Ὁ Ἱερεύς θυμιά τό Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καί τόν Λαόν, ἤ τόν οἶκον ὅπου ψάλλεται ἡ παράκλησις καί ἠμεῖς ψάλλομεν τά παρόντα μεγαλυνάρια.
Χαῖρε τῆς σοφίας μύστις λαμπρά, καί τῆς εὐσεβείας δημηγόρος περιφανής. Χαίροις παρθενίας, ἡ εὔπνους μυροθήκη, Αἰκατερίνα Μάρτυς, ἀξιοθαύμαστε.

Σώματος ἐμπρέπουσα καλλονή, καλή καί ὡραία, ἀναδείχθης καί τήν ψυχήν, τῷ ὡραίω κάλλει, ὑπέρ υἱούς ἀνθρώπων, καί τούτω ἐνυμφεύθης ἀφθόρως ἔνδοξε.
Χαίροις καλλιπάρθενε εὐκλεής,χαίροις τῶν Παρθένων, καί Μαρτύρων ἡ κορωνίς. Χαίροις τοῦ Σωτῆρος, ἡ πανολβία νύμφη, σεμνή Αἰκατερίνα ἠμῶν βοήθεια.

Τῆς Ἀλεξανδρείας ὤφθης βλαστός, καί Σιναίου ὅρους, ἀντιλήπτωρ καί ἀρωγή, καί πάσης Ἐκκλησίας, λαμπάς τηλαυγεστάτη, Αἰκατερίνα ἄνθος ἁγνείας εὔοσμον.

Πρόσωπον πρός πρόσωπον τόν Χριστόν, ἀγλαῶς ὀρώσα, τόν νυμφίον σου τόν σεπτόν, αὐτόν ἐκδυσώπει, σοφή Αἰκατερίνα, ἠμίν παρασχεθῆναι, πταισμάτων ἄφεσιν.

Σκέπη καί ἀντίληψις καί φρουρός, ἔσο Ἀθληφόρε, τοῖς τιμῶσι σέ εὐλαβῶς, νόσων καί κινδύνων, καί πάσης ἄλλης βλάβης, ἠμᾶς ἐκρυομένη, ταῖς ἰκεσίαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τό τροπάριον. Ἦχος πλ. ἄ΄.
Τόν Συνάναρχον Λόγον
Τήν Πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τήν θείαν καί πολιοῦχον Σινά, τήν βοήθειαν ἠμῶν καί ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τούς κομψούς τῶν ἀσεβῶν του Πνεύματος τή δυνάμει. Καί νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πάσι τό μέγα ἔλεος.

Εἴτα Προσόμοιον. Ἦχος Β΄, Ὄτε ἐκ τοῦ ξύλου
Μάρτυς καλλιπάρθενε Χριστοῦ, νύμφη εὐκλεής του Σωτῆρος, Αἰκατερίνα σοφή, σῶζε τούς ἰκέτας σου, ἐκ πάσης θλίψεως, καί δεινῶν περιστάσεων, καί νόσων καί πόνων, καί πάσης φαυλότητος τοῦ κοσμοκράτορος.

Σού γάρ ἡ πρεσβεία μεγίστην, κέκτηται ἰσχύν Ἀθληφόρε. Μή οὔν ὑπερίδης τούς τιμώντας σέ.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς: Δί΄ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Εκκλησία Online

Αξιολόγηση επισκεπτών

0
(0 ψήφοι)

Source link

Άγιος Ιωάννης Χρυσόστομος – 13 Νοεμβρίου: Ο Παρακλητικός κανών

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ: Γιορτάζουμε αύριο Τρίτη 13 Νοεμβρίου 2018 την ιερά μνήμη του Αγίου Ιωάννου του Χρυσοστόμου. Διαβάστε τον παρακλητικό κανόνα. Ευλογήσαντος του ιερέως λέγομεν τον Ψαλμόν ΡΜΒ΄ (142) Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος. Και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τα χείρας μου. η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψεις το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.

Γιορτή σήμερα 13 Νοεμβρίου: Άγιος Ιωάννης ο Χρυσόστομος

Εξελού με εκ των εχθρών μου, Κύριε. προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία. ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.

Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σού ειμί.

Ήχος δ΄

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι Κυρίου ημυνάμην αυτούς.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ’. Τη Θεοτόκω εκτενώς.

Τω Χρυσοστόμω Ιωάννη προσέλθωμεν, και τη εικόνι τη αυτού προσκυνήσωμεν, από βαθέων κράζοντες ψυχής εν στεναγμοίς. σπεύσον και διάσωσον από πάσης ανάγκης, ρ’υσαι τας ψυχάς ημών, της δαιμόνων κακίας, σου γαρ πρεσβεία η προς τον Θεόν, μεγάλην έχει την δύναμιν, Άγιε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Τω Χρυσοστόμω Ιωάννη προσέλθωμεν, και τη εικόνι τη αυτού προσκυνήσωμεν, από βαθέων κράζοντες ψυχής εν στεναγμοίς. σπεύσον και διάσωσον από πάσης ανάγκης, ρύσαι τας ψυχάς ημών, της δαιμόνων κακίας, σου γαρ πρεσβεία η προς τον Θεόν, μεγάλην έχει την δύναμιν, Άγιε.

Και νυν και αει και εις τους αιώνας των αιώνων, Αμήν.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν εν μετανοία κράζωμεν εκ βάθους ψυχής. Δέσποινα βοήθησον, εφ’ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων. μη αποστρέψης σους δούλους κενούς, σε γαρ και μόνην, ελπίδα κεκτήμεθα.

Ο Ν΄ (50) ΨΑΛΜΟΣ

Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.

Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.

Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μού εστί δια παντός.

Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα. όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσεις εν τω κρίνεσθαί σε.

Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.

Ιδού γαρ αλήθεια ηγάπησας. τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι.

Ραντιείς με υσσώπω, και καθαρισθήσομαι. πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι.

Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην. αγαλλιάσονται οστέα τεταπεινωμένα.

Απόστρεψον το πρόσωπόν σουαπό των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον.

Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.

Μη απορρίψεις με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλεις απ’ εμού.

Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με.

Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.

Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου. αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου.

Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.

Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν. ολοκαυτώματα ουκ ευδοκήσεις.

Θυσία τω Θεώ πνεύμα συντετριμμένον. καρδία συντετριμμένην και τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει.

Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.

Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ωδή α΄. Αρματηλάτην Φαραώ.

Αρχήν σοφίας τον Θεού ποιούμενος, φόβον Χρυσόστομε, εντολάς απάσας, δι’ αυτού ετήρησας, και της αγάπης έφθασας, την ακρώρειαν Πάτερ, ων περ μετόχους ανάδειξον, και ημάς ταις θείαις πρεσβείαις σου.

Εν εγκρατεία της σαρκός ενέκρωσας, πάθη Χρυσόστομε, και εις απαθείας, ύψος ανελύληθας, διό σε ικετεύομεν, και ημάς τους σους δούλους, παθών απάντων εκλύτρωσαι, της ψυχής ομού και του σώματος.

Εκ νεαράς της ηλικίας Άγιε, συ την ταπείνωσιν, αγάπησας λίαν, έπαρσιν εμίσησας, αλλά και ημάς πρέσβευε, τα φρονήματα πάντα, τα υψηλά αποστρέφεσθαι, και τοις ταπεινοίς συνεπάγεσθαι.

Εν ταις αγκάλαις τον Χριστόν βαστάζουσα, έλεγες Άχραντε, ω γλυκύ μου σπλάγχνον, επέιμε Μητέρα σου, γενέσθαι κατηξίωσας, δέομαί σου Υιέ μου, πάσης ανάγκης διάσωσον, τους εμοί προσφεύγοντας δούλους σου.

Ωδή γ΄. Ουρανίας αψίδος.

Σοι το ζην κατά Παύλον, ην ο Χριστός Άγιε, και το υπέρ τούτου τεθνάναι, κέρδος λελόγισται, διό καμέ τη σαρκί, θανείν Χριστόν εκδυσώπει, και ζην εν τω Πνεύματι Πάτερ Χρυσόστομε.

Απογνώσεως ώφθης, εκκοπτικός πέλεκυς, της δε μετανοίας εδείχθης κύρηξ Χρυσόστομε, διό αξίωσον, μετανοείν με γνησίως, εφ’ οις επλημμέλησα, λόγοις και πράξεσιν.

Ειληφώς εξουσίαν, παρά Χριστού Άγιε, λύειν και δεσμείν αμαρτίας εμού διάλυσον αμαρτιών την πληθύν, και του Κυρίου τω φόβω, σύνδησόν με πάνσοφε, θείε Χρυσόστομε.

Μέγα όντως υπάρχει, το σον αγνή καύχημα, ότι τον Υιόν του ανάρχου Πατρός εγέννησας, ον εκδυσώπησον, ης περ απώλεσας θείας, αξιώσαι χάριτι υιοθεσίας με.

Διάσωσον από κινδύνων τους δούλους σου Χρυσολόγε, ότι σε εν πειρασμοίς αεί προβαλλόμεθα, μεσίτην προς τον Θεό και Σωτήρα.

Επίβλεψον εν ευμενεία, Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα

Ήχος β΄. Πρεσβεία θερμή

Πολλοίς εν δεινοίς, κυκλούμενοι οι δούλοι σου, προς σε τον ημών, προστάτην καταφεύγομεν, Ιωάννη θείε Χρυσόστομε, δράμε πρόσπεσον Χριστώ τω Θεώ, και ίλεων αυτόν ημίν ποίησον.

Ωδή δ΄. Συ μου ισχύς Κύριε.

Της προσευχής, της νοεράς συ διδάσκαλος, ανεδείχθης, όθεν καταξίωσον, ημάς πνοήν φως και ηδονήν, γλυκυτάτην θέρμην, το Ιησού έχει όνομα, και μελετάν απαύστως, εν καρδία και λέγειν, Ιησού, Ιησού μου γλυκύτατε.

Εκριζωτής, φιλαργυρίας μεν γέγονας, του δ’ ελέους, φυτοκόμος άριστος, διό σοφέ, των ψυχών ημών, την φιλαργυρίαν εκρίζωσον και εμφύτευσον, την ελεημοσύνην, προς τους πένητας πάντας, την Θεώ ομοιούσαν τον άνθρωπον.

Λόγοι οι σοι, κηρία μέλιτος πέλουσι, και αι βίβλοι, σου θείε Χρυσόστομε, μάνα υπάρχουσι γλυκασμού, ξύλον ζωής θείας, και ύδωρ όντως νεκρέγερτον, εν αις αξίωσόν με, εντρυφάν αεννάως, και ζωήν την αθάνατον δρέπεσθαι.

Σου το γλυκύ, και θείον όνομα Δέσποινα, φως υπάρχει, του νοός και έλλαμψις, έρως ψυχής, γλώττης γλυκασμός, διό κολληθήτω, εμή πνοή τούτο δέομαι, και χείλη μου ψαλλέτω, και καρδία βοάτω, Μαριάμ, Μαριάμ αειπάρθενε.

Ωδή ε΄. Ίνα τι με απώσω.

Ο λαμπρός εωσφόρος, ο χρυσοφανής και χρυσαυγίζων ήλιος, ο χρυσός ακτίσι, των χρυσεών σου λόγων την σύμπασαν, καταυγάσας κτίσιν, σκότος καταύγασον νοός μου, ίνα κάλλη τα θεία φαντάζηται.

Ώσπερ άγγελος άλλος, επί γης εβίωσας πάτερ Χρυσόστομε, καν διά την σάρκα, των αγγέλων βραχύ τι ηλάττωσαι, όθεν τους το σχήμα, ημάς φορούντας των αγγέλων, τους αγγέλους μιμείσθαι ενίσχυσον.

Πειρασμών τας νιφάδας, συ υπέμεινας Πάτερ ως πύργος άσειστος, θλίψεις εξορίας, αλλ’ ευχαίς σου ημάς ενδυνάμωσον, υπομένειν πάντας τους πειρασμούς επερχομένους, εκ δαιμόνων ανθρώπων και φύσεως.

Ομβροτόκον νεφέλην, σε ο επουράνιος όμβρος ανέδειξε, Παναγία Κόρη, επομβρίζουσαν χάριτας άπασιν, όθεν δέομαί σου, τη σκληροτάτη μου καρδία, κατανύξεως δάκρυα όμβρισον.

Ωδή ς΄. Την δέησιν εκχεώ προς Κύριον.

Ως έσωσας, Ιωάννη άπειρα, βροτών πλήθη τοις παγχρύσοις σου λόγοις, ούτως ημάς, προσβολής από πάσης, του διαβόλου ευχαίς σου ρυσάμενος, οψώνιον ως εκλεκτόν, τω Χριστώ σεσωσμένους προσάγαγε.

Ως έκτεινας βροτοκτόνον λέοντα, του Σταυρού τω αηττήτω σημείω, ούτως ημών, τον θυμόν κτείνον Πάτερ, κατά του πέλας δεινώς ωρυόμενον, και φθόνον τον ψυχοβλαβή, ος του φόνου Πατήρ ονομάζεται.

Ιάτρευσον ασθενείας σώματος και του πνεύματος ημών Χρυσολόγε, συ γαρ πολλών, ιατρός ανεδείχθης, ζων και θανών χειρουργία της Χάριτος, εντεύθεν και θαυματουργός, Ιωάννη εκλήθης αοίδιμε.

Υπάρξασα, φλογοφόρον όχημα, και λαβίς ανθρακοφόρος Παρθένε, τον της ψυχής, της εμής ρύπον φλέξον, και κατακρίσεως κάθαρον χείλη μου, ως αν σε γλώττη καθαρά, και καρδία γεραίρω Πανύμνητε.

Διάσωσον από κινδύνων τους δούλους σου Χρυσολόγε, ότι σε εν πειρασμοίς αεί προβαλλόμεθα, μεσίτην προς τον Θεόν και Σωτήρα.

Άχραντε η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον

Ήχος δ΄. Προστασία των χριστιανών.

Ιατρέ της ψυχής και του σώματος άμισθε, των εν ζάλη λιμήν γαληνέ και αχείμαστε, Ιωάννη θείε Χρυσόστομε, τους δούλους σου ημάς, σπεύσον θεράπευσον ταχύ, τους κατ’ άμφω ασθενείς, προς σε γαρ καταφεύγομεν, πράϋνον τρικυμίας, στήσον τας καταιγίδας, των επερχομένων δεινών, Χρυσολόγε τη ποίμνη σου.

Προκείμενον, Ήχος δ΄.

Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Στιχ. Ακούσατε ταύτα πάντα τα έθνη.

Ο Άγιος Ιωάννης ο Χρυσόστομος τιμάται στις 13 Νοεμβρίου.

Εκκλησία Online

Αξιολόγηση επισκεπτών

5
(1 ψήφος)

Source link

Αρχάγγελοι Μιχαήλ και Γαβριήλ – 8 Νοεμβρίου: Ο Παρακλητικός Κανών

ΑΡΧΑΓΓΕΛΟΙ ΜΙΧΑΗΛ ΚΑΙ ΓΑΒΡΙΗΛ: Μεγάλη γιορτή της Ορθοδοξίας αύριο 8 Νοεμβρίου 2018. Μετά τον Ευλογητόν, το Κύριε εισάκουσον.
Είτα το, Θεός Κύριος και το Τροπάριον. Ήχος Δ΄. Ο υψωθείς εν τω σταυρώ. Τους Πρωτοστάτας Ουσιών των αύλων, και καταυγάζοντας φωτί πάσαν Κτίσιν, της Τρισηλίου δόξης και Θεότητος, άπαντες τιμήσωμεν, Αρχαγγέλους τους θείους, προς αυτούς κραυγάζοντες, εν ψυχή τεθλιμμένη, ώ Ταξιάρχαι αύλων Ουσιών, πάσης ημάς περιστάσεως ρύσασθε. Δόξα. Και νυν. Θεοτόκιον. Τη Θεοτόκω? Ο Ν΄ και ο κανών. Ήχος Πλ. Δ΄. Έχων ακροστιχίδα κατ΄Αλφάβητον. Ωδή Α΄ Υγράν διοδεύσας. Αγίων Αγγέλων ως αρχηγοί, και της θεοπτίας απολαύοντες τηλαυγώς, τον Αγαθοδότην και Σωτήρα υπέρ ημών καθικεταύσατε. Απαύστως δοξάζουσι σε πιστώς, Ασωμάτων Δήμοι, ενηδόμενοι κάλλει τω σω, και τη ακορέστω αίγλη, Σώτερ, αυτών πρεσβείαις ημάς κατοικτείρησον. Βιαίοις κρατούμενοι πειρασμοίς, υμίν ως προστάταις καταφεύγομεν οι πιστοί, Αρχάγγελοι θείοι, τον Δεσπότην εκτενώς εκδυσωπήσατε.

Θεοτόκιον
Γενού μοι, Παρθένε, καταφυγή, λιμήν τε και τείχος, και προστάτις ή τον Θεόν, εν σαρκί τεκούσα, Θεομήτωρ, τον λυτρωτήν και Πανοικτήρμονα.

Ωδή Γ΄. Ουρανίας αψίδος.

Δωρεαίς πολυτρόποις, Αγγελικών τάξεων, οία Ταξιάρχαι, κοσμούμενοι, Αρχιστράτηγοι, καθοραίσατε, τας του Χριστού Εκκλησίας, θεικαίς λαμπρότησι, ταις προστασίαις υμών.

Δωρεάς με αγίας, ως συμπαθείς ’γγελοι, νυν καταξιώσαι τον ευσυμπάθητον δυσωπήσατε, τρόπους ασπλάχνους γαρ, και μοχθηρούς κεκτημένον, μετανοίας τρόποις με ανακαλέσατε.

Ευδοκίας εν όπλω, το των Πιστών πλήρωμα, δόξης Ουρανίου τω κάλλει νυν στεφανούμενοι, εκ περιστάσεως, ως ευκλεείς παραστάται, του Θεού λυτρώσασθε, θείοι Αρχάγγελοι Μιχαήλ Γαβριήλ.

Θεοτόκιον

Ζωής της ακηράτου, θεία σκηνή γέγονας, μόνη εξ? αιώνος φανείσα, Παρθενομήτωρ, Αγνή, διο Πανάμωμε, τον εν σκιά του θανάτου, προς ζωήν οδήγησον, νυν με πρεσβείαις σου.

Ωδή Δ «Εισακήκοα Κύριε»

Η Δυάς η πρωτεύουσα, της των Αρχαγγέλων νυν ομηγύρεως, τους προστρέχοντας τη σκέπη σου, εκ παντός κινδύνου, ελευθέρωσον.

Θεωροί της λαμπρότητος, της Θεαρχικής και Αγαδοδότητος, Αρχιστράτηγοι, υπάρχοντες, δούλους τους υμών δεινών λυτρώσασθε.
Ιεραίς εν δεήσεσιν, εύροιμι υμάς συλλήπτορας ’γγελοι, την ψυχήν μου ενισχύοντας, και τον λογισμόν μου καταυγάζοντας.

Θεοτόκιον

Ιερώς σε δοξάζουσι, τα των Ασωμάτων θεία στρατεύματα, Θεομήτωρ Πανακήρατε, τον γαρ Κτίστην τούτων απεκύησας.

Ωδή Ε «Φώτισον ημάς»

Κύκλω του Θεού, παρεστώτες, Αρχιστράτηγοι, και ταις εκείθεν πηγαζούσαις αυγαίς, λελαμπρυσμένοι τους υμών οικέτας διασώσατε.

Λύτρωσιν ημίν, δωρηθήναι ικετεύσατε, τον Δεσπότην και Θεόν ημών, ως παραστάται της βροτών απολυτρώσεως.

Μύστας της σεπτής, και αρρήτου Σώτερ δόξης σου, τους Αρχιστρατήγους υπέστησας, τους σους ούν δούλους δι? αυτόν νυν διαφύλαξον.

Θεοτόκιον
Μύρον μυστικόν, ονομάζομέν σε, Πάναγνε, ως γεννήσασαν Θεόν εν σαρκί, τον τα ευώδη αναβρύοντα χαρίσματα.

Ωδή ΣΤ «Την δέησιν»

Νυν θρόνω τω φοβερώ παρίστασθαι, ακλινώς αξιωθέντες, Θεόπται, και του φωτός της Αγίας Τριάδος, επαπολαύειν πρεσβεύσατε ’γγελοι, ρυσθήναι εκ των πειρασμών, τους τη σκέπη υμών καταφεύγοντας.

Ξηράνατε των παθών σηπεδόνα και των νόσων κοπάσατε τον σάλον, συν τούτοις δε, ω Αρχάγγελοι θείοι, και τα της Πίστεως σκάνδαλα παύσατε, και ρύσασθε πάντας ημάς ταις λιταίς υμών πάσης αιρέσεως.

Οι άγιοι Ταξιάρχαι Αγγέλων, παρεστώτες εσαεί τη Τριάδι, και των φρικτών και αρρήτων αυτόπται, ως όντες , πάντας, Αρχάγγελοι, ρύσασθε, κινδύνων τε και πειρασμών, ταις υμών ικεσίαις δεόμεθα.

Θεοτόκιον.

Ο έμψυχος του Σωτήρος θάλαμος, ο λαμπραίς της Παρθενίας ακτίσι, φωτοειδώς ώσπερ κρίνος εκλάμπων, της ακανθώδους εν μέσω συγχύσεως, η Πάναγνος και ευπρεπής, Θεοτόκος Παρθένος δοξάζεται.

Προς το Διάσωσον.

Εκ νόσων και εκ παντοίων κινδύνων ρύσασθε Ταξιάρχαι, τους πιστώς τελούντας υμών την Σύναξιν, ως φύλακες Ορθοδόξων προστάται.

Και Θεοτόκιον. Αχραντε

Ο Ιερέας μνημονεύει. Είτα το Κοντάκιον. Ήχος Β΄.

Αρχιστράτηγοι Θεού, Λειτουργοί θείας δόξης, των ανθρώπων οδηγοί και Αρχηγοί Ασωμάτων, το συμφέρον ημίν πρεσβεύσατε, και το μέγα έλεος, ως των Ασωμάτων Αρχιστράτηγοι.

Και ευθύς το Προκείμενον. Ήχος Δ΄.

Ο ποιών τους Αγγέλους αυτού Πνεύματα, και τους λειτουργούς αυτού πυρός φλόγα.

«Στίχος»

Ευλόγει η ψυχή μου τον Κύριον, Κύριε ο Θεός μου εμεγαλύνθης σφόδρ
«Ευαγγέλιον»

Έκ του κατά Λουκάν (Ι΄, 19-21)

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς. Ο ακούων υμών εμού ακούει, και ο αθετών υμάς, εμέ αθετεί, ο δε εμέ αθετών, αθετεί τον αποστείλαντά με. Υπέστρεψαν δε οι Εβδομήκοντα μετά χαράς, λέγοντες, ?

Κύριε, και τα δαιμόνια υποτάσσεται ημίν εν τω ονόματι σου. Είπεν δε αυτοίς ? εθεώρουν τον Σατανάν ως αστραπήν εκ του ουρανού πεσόντα. Ιδού δίδωμι υμίν την εξουσίαν του πατείν επάνω όφεων και σκορπίων, και επί πάσαν την δύναμιν του εχθρού, και ουδέν υμάς ου μη αδικήση.

Πλήν εν τούτω μη χαίρετε, ότι τα πνεύματα υμίν υποτάσσεται? χαίρετε δε ότι τα ονόματα υμών εγράφη εν τοις ουρανοίς.

Εν αυτή τη ώρα ηγαλλιάσατο τω πνεύματι ο Ιησούς και είπεν? εξομολογούμαι σοι, Πάτερ, Κύριε του ουρανού και της γής, ότι απέκρυψας ταύτα από σοφών και συνετών, και απεκάλυψας αυτά νηπίοις? ναι, ο Πατ?ηρ, ότι ούτως εγένετο ευδοκία έμπροσθέν σου.

Δόξα.

Ταις των Ασωμάτων, οικτιρμών προστασίαις, εξάληψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν. Ταις της Θεοτόκου πρεσβείες
Στίχος. Ελέησον με, ο Θεός

Και το παρόν προσόμοιον.
Ήχος Πλ. Β΄. Όλην αποθέμενοι

Παύασατε την έφοδον, ώ Πρωτοστάται Αγγέλων, Μιχαήλ θαυμάσιε, Γαβριήλ θειότατε, των αιρέσεων, και ταχύ σώσατε, εκ νόσων παντοίων, και τον σάλον διαιρέσεων, καταπραύνατε, και κιδύνων ρύσασθαι και των θλίψεων, λιταίς υμών, Αρχάγγελοι, πάντας τους υμάς αναμέλποντας, και τη θεία σκέπη, υμών προσπεσφευγότας ευλαβώς, και των δεινών της κολάσεως, θείοι Νόες σώσατε.

Το Σώσον ο Θεός τον λαόν Σου…κλπ

Ωδή Ζ «Οι εκ της Ιουδαίας»

Πολυποίκιλον χάριν, Αρχιστράτηγοι θείοι, υμίν δεδώρηται, ο πάντων ευεργέτης, ού νυν την Εκκλησίαν, διασώτατε ψάλλουσαν? ο των Πατέρων ημών, Θεός ευλογητός εί.

Ρώμη του Παντεπόπτου, δυναμούμενοι πάντα, της γής τα πέρατα, τρανώς περισκοπείτε, και πάντας τους εν πίστει περισώζετε ψάλλοντας? ο των Πατέρων ημών, Θεός ευλογητός εί.

Συν Αύλοις Αγγέλοις, των πιστών αι χορείαι δεύετ τιμήσωμεν, την αίσιον ημέραν, της μνήμης εκτελούντες, των Θεού Αρχαγγέλων πιστώς, και εκβοώντες αυτοίς, ρύσασθε ημάς νόσων.

Θεοτόκιον.

Σωτηρίας λιμένα, Θεοτόκε Παρθένε, σε νυν γνωρίζοντες, του βίου τους κινδύνους, εκφεύγομεν και ζάλας, τω Υιώ σου κραυγάζοντες΄ο των Πατέρων ημών, Θεός ευλογητός εί.

Ωδή Η Τον Βασιλέα.

Τους παραστάτας και υμνωδούς της αφράστου, Αρχαγγέλους δόξης σου προσδέχου, σε νυν δυσωπούντας, υπέρ ημών, Παντάναξ.

Ύμνους απαύστως, ώ Αρχάγγελοι θείοι, τω Θεώ προσφέροντες των όλων, μέμνησθε των πίστει υμάς υμνολογούντων.
Φώτα, ώ θείοι Αρχιστράτηγοι, όντες, της θεότητος παρακαλούμεν πάντας, φωτός Ουρανίου εμπλήσατε και δόξης.

Θεοτόκιον.

Φαεινοτάταις σου αστραπαίς, Θεομήτωρ, τους πιστώς ειδότας σε φαιδρύνεις, την τιμιωτέραν των Ουρανίων Νόων.

Ωδή Θ Κυρίως Θεοτόκον.

Χορείας Ασωμάτους, νυν την Εκκλησίαν, δι? αρετής μιμουμένην συ λάμπρυνον, περιτειχίζων, Παντάναξ, αυτήν Αγγέλοις σου.
Ψυχών την σωτηρίαν, Θεού Ταξιάρχαι, πάσιν υμίν τοις τιμώσι δωρήσασθε, την φαιδροτάτην ημών και θείαν πανήγυριν.

Ως φύλακας του Κόσμου, και των Ορθοδόξων, και Αρχιστράτηγοι θείων δυνάμεων, ρύσασθε νόσων ημάς και κακώσεων.

Θεοτόκιον.
Ως Λυκαυγές ως όρθος, πάσι τοις εν σκότει εξανατείλασα, Αχραντε, πρέσβευε Χριστώ, φωτίσαι τους εν πίστει αεί υμνούντας σε.

Το «Αξιον εστίν» και τα παρόντα Μεγαλυνάρια

Σκέπε, φρούρει, φύλαττε, σαις λιταίς, Αρχάγγελε θείε, Αστραπόμορφε Μιχαήλ, τους πίστει σε τιμώντας και γεραίροντας πόθω, ως πρώτον των Αγγέλων και Αρχιστράτηγον.

Πάρεσο προστάτης πάσιν ημίν, εν παντί τω βίω και εν ώρα τη φοβερά, του πικρού θανάτου, βοήθει θείε Νόε, Αρχάγγελε Κυρίου Μιχαήλ αξιύμνητε.
Ξυνωρίς αοίδιμε, και Δυάς, άυλε και θεία, διασώσατε τους πιστώς, υμάς ευφημούντας, εκ παντίων κινδύνων, Αρχάγγελοι Κυρίου, Μιχαήλ και Γαβριήλ.
Αρχάγγελοι, ’γγελοι και Αρχαί, Δυνάμεις και Θρόνοι, Κυριότητες, Σεραφείμ, σεπταί Εξουσίαι και Χερουβείμ οι θείοι, υπέρ ημών τον Κτίστην καθικετεύσατε.

Θεοτόκιον.

Την υψηλοτέραν των Ουρανών, και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του Κόσμου, ύμνοις τιμήσωμεν.

Το Τρισάγιον. Και το Απολυτίκον. Ήχος Δ΄.

Των ουρανίων στρατιών Αρχιστράτηγοι, δυσωπούμεν υμάς, ημείς οι ανάξιοι, ίνα ταις υμών δεήσεσι τειχίσητε ημάς, σκέπη των πτερύγων της αύλου υμών δόξης, φρουρούντες ημάς προσπίπτοντας, εκτενώς και βοώντας. Εκ των κινδύνων λυτρώσασθε ημάς, ως Ταξιάρχαι των άνω Δυνάμεων.

Ο Ιερεύς μνημονεύει.

Εν τη Απολύσει, ψάλλομεν το παρόν. Ήχος Β΄.
Ότε εκ του ξύλουσε νεκρόν.

Δεύτε εν ωδαίς Πνευματικαίς, Νόων Ασωμάτων των θείων, Αρχιστρατήγους κλεινούς, πόθω ανυμνήσωμεν προς αυτούς λέγοντες ΄Μιχαήλ υπερένδοξε και Γαβρηίλ θείε, σώσατε Πανάγιοι, τους Ορθοδόξους ημάς, νόσων τε παθών και κινδύνων, ταις ίταίς υμών, θείοι Νόες, και προς τρίβους σωτηρίας οδηγήσατε.

Τους τιμούμε στις 8 Νοεμβρίου.

Εκκλησία Online

Αξιολόγηση επισκεπτών

3
(2 ψήφοι)

Source link

Άγιος Δημήτριος – Ο Παρακλητικός Κανών

ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΟΣ: Τη μνήμη του Αγίου Δημητρίου του Μυροβλήτου γιορτάζει η Ορθοδοξία την Παρασκευή 26 Οκτωβρίου. Διαβάστε τον παρακλητικό κανόνα. Ο Παρακλητικός Κανών Αγίου Δημητρίου του Μυροβλύτου διαβάζεται το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής του Αγίου Δημητρίου του Μυροβλύτου ή σε κάθε άλλη περίσταση. Ο Άγιος Δημήτριος ο Μυροβλύτης εορτάζει 26 Οκτωβρίου. Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.

Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ

Ὡς τοῦ Σωτῆρος εὐκλεής Ἀθλοφόρος, καί εὐσεβούντων βοηθός καί προστάτης, Μεγαλομάρτυς Ἅγιε Δημήτριε, λύτρωσαι τήν πόλιν σου, συμφορῶν καί κινδύνων, δίδου δέ τοῖς σπεύδουσι, τή πανσέπτω σορῶ σου, ἁμαρτημάτων λύσιν καί παθῶν, ταῖς πρός Θεόν, εὐπροσδέκτοις πρεσβείαις σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Οὐ σιωπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμας ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους• οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί.

Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ὠδή ἅ’. Ἦχος πλ. δ’. Ὑγρᾶν διοδεύσας
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰσχύϊ ἀθλήσας τή θεϊκή, Δημήτριε Μάρτυς, ἰσχύν δίδου κατά παθῶν, τή σῆ ἀντιλήψει Ἀθλοφόρε, τοῖς τή θερμή προσίουσι πρεσβεία σου.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θαυμάτων παράδοξα ἐνεργῶν, λυτροῦσαι κινδύνων, καί παντοίων ἐπιφορῶν, Δημήτριε Μάρτυς τοῦ Κυρίου, τούς προσίοντας πιστῶς τή πρεσβεία σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἰλέωσαι Μάρτυς ὡς συμπαθής, Χριστόν τόν Σωτήρα, ὡς ἄν εὔρωμεν ἱλασμόν, καί λύσιν παθῶν τέ καί πταισμάτων, οἱ σέ προστάτην πλουτοῦντες Δημήτριε.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Μαρία Παρθένε ἡ ἐν σαρκί, Θεόν τετοκυία, τῆς σαρκός μου τάς χαλεπᾶς, ἴασαι ὀδύνας καί ψυχῆς μου, τήν σκοτομήνην φωτί σου διαλυσον.
Ὠδή γ’. Οὐρανίας ἁψίδος…
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.

Ὑπέρ πάντων δυσώπει, τόν εὐμενῆ Κύριον, πάσης ἐκλυτροῦσθαι ἀνάγκης, καί περιστάσεως, Μάρτυς Δημήτριε, τούς ἀκλινεῖ διανοία τῷ ναῶ σου σπεύδοντας, καί σέ γεραίροντας.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ρῶσιν δίδου σωμάτων, καί τῶν ψυχῶν ἴασιν, καί πολυειδῶν συμπτώματων, τήν ἀπολύτρωσιν, Μάρτυς Δημήτριε, ταῖς πρός Χριστόν ἰκεσίαις, τοῖς θερμῶς προστρέχουσι τή προστασία σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Οἱ τῷ θείω ναῶ σου, μετά σπουδῆς σπεύδοντες, πάσης λυτρωθείημεν βλάβης, τοῦ πολεμήτορος, Μάρτυς Δημήτριε, καί θεϊκῆς εὐσπλαχνίας, τύχοιμεν πρεσβείαις σου, ἀξιοθαύμαστε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Χορηγόν του ἐλέους, καί οἰκτιρμῶν πέλαγος, τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε τέξασα, δί’ ἀγαθότητα, ἠμᾶς οἰκτείρησον πάντας, τούς τόν ἀνερμήνευτον, ὑμνοῦντας τόκον σου.
Διασωσον Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καί θλιβερῶν περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.

Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμός, Θεσσαλονίκης πέφηνας, ἐκ πάσης ὀργῆς, καί θλίψεως ρυόμενος, Δημήτριε πανεύφημε, τούς θερμῶς ἐκβόωντας ἐκ πίστεως. Ἐπερχομένων ἠμᾶς συμφορῶν, ἀτρώτους διάσωζε δεόμεθα.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπιφάνηθι Ἅγιε, ἀοράτως ταύτη τή κληρουχία σου, καί τήν λύπην διασκέδασον, τήν νῦν κατασχοῦσαν τάς ψυχᾶς ἠμῶν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.

Ὑπερήφανον δράκοντα, καθ’ἠμῶν τά χείρονα τεκταινόμενον, κατασύντριψον Δημήτριε, τή κραταιοτάτη προστασία σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μή ἐλλείπης λυτρούμενος πάσης δυσχερείας ταύτην τήν πόλιν σου, ὡς ἐρρύσω ταύτην Ἅγιε, ἀπειλῆς σεισμοῦ καί ὀλεθρεύσεως.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Ὡς τεκοῦσα ἐν σώματι, τόν Δημιουργόν Παρθένε τῆς κτίσεως, καθικέτευε δεόμεθα, πάσης ἠμᾶς ρύεσθαι κακώσεως.
Ὠδή ἐ’. Φώτισον ἠμᾶς.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Νόσων καί παθῶν, ἀπολύτρωσαι Δημήτριε, τούς προσπίπτοντας τή θεία σου σορῶ, ἐξ ἤς ρέει Παρακλήτου χάρις ἄφθονος.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Ἤθλησας στερρῶς, καί ἠγίασας τήν πόλιν σου, ταῖς τοῦ αἵματος καί μύρου προχοαῖς, ἤν καί νῦν ἐκ πάσης ρύου Μάρτυς θλίψεως.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μέγαν ἀρωγόν, καί προστάτην συμπαθέστατον, κεκτημένοι σέ οἱ Θεσσαλονικεῖς, κατά χρέος σέ γεραίρουσι Δημήτριε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Ἄλυπον ἠμῶν, τήν ζωήν Παρθένε τήρησον, καί ἐκ πάσης ἀθυμίας τοῦ ἐχθροῦ, τάς ψυχᾶς ἠμῶν ἁπάλλαξον δεόμεθα.
Ὠδή στ’. Τήν δέησιν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Σορός σου, Μεγαλομάρτυς ἡ θεία, ὥσπερ ἄλλο ἰλαστήριον θεῖον, Θεσσαλονίκη τή πόλει σου ὤφθη, ἁγιασμόν καί παθῶν ἀπολύτρωσιν, καί ἱλασμόν ἁμαρτιῶν, τοῖς πιστοῖς χορηγοῦσα Δημήτριε.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Σκανδάλων, καί νοσημάτων καί πόνων, καί σεισμοῦ τῆς ὀλεθρίου μανίας, ταῖς πρός Χριστόν ἰκεσίαις σου Μάρτυς, τήν κληρουχίαν σου ἄτρωτον φύλαττε, ὅτι τή σή διά παντός, προστασία προστρέχει Δημήτριε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Κινδύνου, ὡς ἐλυτρώσω παμμάκαρ, ἐκ σεισμοῦ τοῦ βαρυτάτου λιταίς σου, Θεσσαλονίκην τήν πόλιν σου Μάρτυς, οὕτως αὐτήν ἀεί ἄτρωτον φύλαττε, ἐπερχομένων συμφορῶν, παρρησίαν πλουτῶν πρός τόν Κύριον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ἐτέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τό εἶναι δεδωκῶς πάσι Κόρη, ἐκ τῆς φθορᾶς ἑξαιρούμενος πάντας, τούς προσκυνοῦντας τό μέγα μυστήριον, τοῦ τοκετοῦ σου τοῦ φρικτοῦ, Θεοτόκε Παρθένε Πανύμνητε.

Διασωσον Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καί θλιβερῶν περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσαν Μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Πάλαι μέν μύρον εὐῶδες ἀνέβλυζεν, ἡ σή σορός ἡ ἁγία Δημήτριε• νῦν δέ παρέχει τήν χάριν τοῦ Πνεύματος, τοῦ ἐν αὐτή ἐνοικοῦντος μακάριε, τοῖς πίστει καί πόθω προστρέχουσι.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυμθήσεται
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον κατά Λουκᾶν (κά΄ 12-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Προσέχετε ἀπό τῶν ἀνθρώπων• ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν, καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθήναι• ἐγώ γάρ δώσω ὑμίν στόμα καί σοφίαν, ἡ οὗ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων, καί ἀδελφῶν, καί συγγενῶν, καί φίλων, καί θανατώσουσιν ἐξ ὑμῶν. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομα μού• καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτήσασθε τάς ψυχᾶς ὑμῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Ὅλη μετά πίστεως, τή σῆ θερμή προστασία, Ἅγιε Δημήτριε, σπεύδουσα ἡ πόλις σου ἀνακράζει σοί. Ὡς ποτέ ἔσωσας, καί πολλάκις Μάρτυς, χαλεπῶν μέ περιστάσεων, οὕτω διάσωσε, καί ἐπερχομένων κακώσεων, λαόν σου τόν θεοφρονα, τόν εἰλικρινῶς πεποιθότα σοί, πταισμάτων τήν λύσιν, αἰτούμενος ἠμίν παρά Χριστοῦ, καί νοσημάτων τήν ἴασιν, καί παθῶν ἐκλύτρωσιν.

Ὁ Ἱερεύς.
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας.

Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Πειρασμῶν ἀδοκήτων, καί σεισμῶν βαρυτάτων ἠμᾶς ἁπάλλαξον, τή σῆ ἐπιστασία, Δημήτριε τρισμάκαρ, τούς ἐν πίστει κραυγάζοντας• ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ὡς λειμών πανευώδης, ἡ σορός τῶν λειψάνων σου πνέει πάντοτε, ὀσμήν ἀθανασίας, ἠμῶν τάς διανοίας, μυστικῶς κατευφραίνουσιν, καί τό δυσῶδες παθῶν, Δημήτριε σοβοῦσαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νεκρωθεῖς τή κακία, τή θερμή σου πρεσβεία σπεύδω Δημήτριε, καί πίστει ἐκβοῶ σοί. Νέκρωσον τῶν παθῶν μου, τά σκιρτήματα ἅπαντα, καί ζώωσόν μου τόν νοῦν, τή χάριτί σου Μάρτυς.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Γνώσει λάμπρυνον θεία, τόν ἀγνώμονα νοῦν μου Παρθένε Ἄχραντε, ὡς ἄν τῆς μετανοίας, πορεύσωμαι τάς τρίβους, καί ζωῆς τύχω κρείττονος, ὁ καταφεύγων Ἁγνή, τή κραταιά
σου σκέπη.

Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἔχει σέ πόλις, Θεσσαλονίκη προστάτην, διά τοῦτο σου Δημήτριε κηρύττει, τάς εὐεργεσίας, καί χάριτος τόν πλοῦτον.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ρύου ἀπαύστως, ἐπιφορῶν καί κινδύνων, τούς προστρέχοντας τοῖς θείοις σου Λειψάνοις, καί τήν σήν πρεσβείαν, Δημήτριε ζητοῦντας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἀΰλου μύρου, τή μυστική εὐωδία, τῶν παθῶν ἠμῶν τήν δυσωδίαν λύσον, ἴνα σέ τιμῶμεν, Δημήτριε παμμάκαρ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Σύ εἰ Παρθένε, ὡς τοῦ Θεοῦ ἠμῶν Μήτηρ, καταφύγιον καί λύτρον ἐν ἀναγκαις, τῶν ὑπερυψούντων, τόν ἄφραστόν σου τόκον.
Ὠδή θ’. Κυρίως Θεοτόκον.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάσεις ἀναβλύζει, ἡ σεπτή σορός σου, τή ἐπομβρία του Πνεύματος Ἅγιε, τοῖς ἀδιστάκτω καρδία σέ μεγαλύνουσι.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Μαστίγων ὀλεθρίων, καί σεισμοῦ μανίας, Θεσσαλονίκην τήν πόλιν σου φύλαττε, Μεγαλομάρτυς Δημήτριε εὐφημοῦσαν σέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Οἱ πίστει προσιόντες, τή σεπτή σορῶ σου, ἐπηρειῶν χαλεπῶν ἁπαλλάττονται, καί κατά χρέος Δημήτριε ἀνυμνούσι σέ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ὑψίστου ἡ καθέδρα, Κεχαριτωμένη, τήν πεπτωκυίαν ψυχήν μου τοῖς πάθεσι, πρός πολιτείας ἁγίας ὕψωσον ἔλλαμψιν.

Τό Ἄξιόν ἐστι καί τά Μεγαλυνάρια
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καί Θεσσαλονίκης, πολιοῦχος ὁ εὐκλεής• χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ ἠμῶν πρός τόν Σωτήρα, πρέσβυς θερμοτατος.

Δέδεκται ἐν κόλποις τήν ἱεράν, σορόν σου παμμάκαρ, ὡς οὐράνιον θησαυρόν, ἡ Θεσσαλονίκη, ἤς πάλαι ἐστερήθη, καί πόθω εὐφημεῖ σέ Μάρτυς Δημήτριε.

Λύτρωσαι κινδύνων παντοδαπῶν, Δημήτριε Μάρτυς, καί παντοίων δυσχερειῶν, τούς τήν σήν πρεσβείαν, ἀπό ψυχῆς αἰτοῦντας, καί τή σεπτή σορῶ σου, πίστει προσπίπτοντας.
Ὡς ἐρρύσω Μάρτυς φθορᾶς σεισμοῦ, τήν Θεσσαλονίκην, τή θερμή σου ἐπισκοπῆ, οὕτω ταύτην ρύου, καί πάσαν τήν Ἑλλάδα, ἐπερχομένων πόνων, καί περιστάσεων.

Μύρου εὐωδία τοῦ νοητοῦ, Μυροβλύτα Μάρτυς, ἀποδίωξον ἀφ’ ἠμῶν, παθῶν ἀκαθάρτων, τήν δυσωδίαν θάττον, καί τῶν πταισμάτων αἴτει, ἠμίν τήν ἄφεσιν.

Ἴδε τούς ἐστώτας πανευλαβῶς, τή σεπτή σορῶ σου, Μυροβλύτα Μάρτυς σοφέ καί ἄπασι δίδου, τάς σωτηρίους δόσεις, τήν καθ’ ἠμῶν μανίαν, λύων τοῦ δράκοντος.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον, τά συνήθη τροπάρια, ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς:
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον Ἦχος γ’.
Μέγαν εὔρατο ἐν τοῖς κινδύνοις, σέ ὑπέρμαχον ἡ οἰκουμένη, ἀθλοφόρε τά ἔθνη τροπούμενον. Ὡς οὔν Λυαίου καθεῖλες τήν ἔπαρσιν, ἐν τῷ σταδίω θαρρύνας τόν Νέστορα, οὕτως ἅγιε Μεγαλομάρτυς Δημήτριε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.
Ἡ Αἴτησις ἱερέως…

Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις λειψάνοις, καί δυσωποῦντες σέ, Ἅγιε Δημήτριε, Μεγαλομάρτυς Χριστοῦ, ρύσαι πάσης κακώσεως, σεισμοῦ τέ ἀνάγκης, καί παντοίων θλίψεων, ψυχῆς καί σώματος, ἔχων πρός Χριστόν παρρησίαν, καί πληρῶν ἀεί τάς αἰτήσεις, τῶν εἰλικρινῶς μακαριζόντων σέ.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Εκκλησία Online

Αξιολόγηση επισκεπτών

0
(0 ψήφοι)

Source link

Του Σταυρού: Ο Παρακλητικός Κανών του Τιμίου Σταυρού (ΒΙΝΤΕΟ)

ΤΟΥ ΣΤΑΥΡΟΥ: Το 326 μ.Χ. η Αγία Ελένη πήγε στην Ιερουσαλήμ για να προσκυνήσει τους Αγίους Τόπους και να ευχαριστήσει το Θεό για τους θριάμβους του γιου της Μεγάλου Κωνσταντίνου. Ο Θείος ζήλος όμως, έκανε την Άγια Ελένη να αρχίσει έρευνες για την ανεύρεση του Τιμίου Σταυρού.

Επάνω στο Γολγοθά υπήρχε ειδωλολατρικός ναός της θεάς Αφροδίτης, τον οποίο γκρέμισε και άρχισε τις ανασκαφές. Σε κάποιο σημείο, βρέθηκαν τρεις σταυροί. Η συγκίνηση υπήρξε μεγάλη, αλλά ποιος από τους τρεις ήταν του Κυρίου;

Τότε ο επίσκοπος Ιεροσολύμων Μακάριος με αρκετούς Ιερείς, αφού έκανε δέηση, άγγιξε στους σταυρούς το σώμα μιας ευσεβέστατης κυρίας που είχε πεθάνει. Όταν ήλθε η σειρά και άγγιξε τον τρίτο σταυρό, που ήταν πραγματικά του Κυρίου, η γυναίκα αμέσως αναστήθηκε.

Η είδηση διαδόθηκε σαν αστραπή σε όλα τα μέρη της Ιερουσαλήμ.

Πλήθη πιστών άρχισαν να συρρέουν για να αγγίξουν το τίμιο ξύλο. Επειδή, όμως, συνέβησαν πολλά δυστυχήματα από το συνωστισμό, ύψωσαν τον Τίμιο Σταυρό μέσα στο ναό σε μέρος υψηλό, για να μπορέσουν να τον δουν και να τον προσκυνήσουν όλοι.

Αυτή, λοιπόν, την ύψωση καθιέρωσαν οι άγιοι Πατέρες, να γιορτάζουμε στις 14 Σεπτεμβρίου, για να μπορέσουμε κι εμείς να υψώσουμε μέσα στις ψυχές μας το Σταυρό του Κυρίου μας, που αποτελείτο κατ’ εξοχήν «όπλον κατά του διαβόλου».

Ορισμένοι Συναξαριστές, αυτή την ημέρα, αναφέρουν και την ύψωση του Τιμίου Σταυρού στην Κωνσταντινούπολη το 628 μ.Χ. από τον βασιλιά Ηράκλειο, πού είχε νικήσει και ξαναπήρε τον Τίμιο Σταυρό από τους Αβάρους, οι οποίοι τον είχαν αρπάξει από τους Αγίους Τόπους.

Εκκλησία Online

Αξιολόγηση επισκεπτών

5
(2 ψήφοι)


Source link